TLG 0509 001 :: 〈MYIA〉 :: Epistula ad Phyllidem Epistula ad Phyllidem Citation: Page — (line) | ||
123(11t) | Letter to Phyllis | |
12 | Hercher, Epistologr. Gr. p. 608. Μυῖα φύλλιδι χαίρειν. Γενομένᾳ τοι ματέρι παίδων τάδε παραινέω. τίτθαν μὲν ἐκλέξασθαι τὰν ἐπιτα‐ δειοτάταν καὶ καθάριον, ἔτι δὲ αἰδήμονα καὶ μὴ ὕπνῳ προσοικειουμέναν | |
---|---|---|
15 | μηδὲ μὴν μέθᾳ. ἁ τοιάδε γὰρ ἂν κρίνοιτο κρατίστα ποττὸ ἐκτρέφειν ἐλευθέρως παῖδας, ἐάν γε δὴ γάλα τρόφιμον ἔχῃ καὶ μὴ ταῖς πρὸς ἄνδρα κοίταις εὐνίκατος πέλῃ. μεγάλα γὰρ μερὶς ἐν τῷδε καὶ πρώτα καὶ προκαταρκτικωτέρα ἐς ὅλαν τὰν βιοτὰν πέλει ἐν τᾷ τρεφοίσᾳ ποττὸ καλῶς τραφῆμεν· ποιήσει γὰρ πάντα καλὰ ἐν τῷ ποτεοικότι | |
20 | καιρῷ. τὸν τιτθόν τε καὶ μαζὸν καὶ τροφὰν δόμεν μὴ καττὸ ἐπενθόν, ἀλλὰ μετά τινος προνοίας· οὕτως γὰρ ἐς ὑγίειαν ἄξει τὸ βρέφος. μὴ ὅτε αὐτὰ θέλοι καθεῦδεν νικῆται, ἀλλ’ ὁπότε ἂν τὸ νεογνὸν ἀναπαύσιος ἔρον ἔχοι· οὐ μικκὸν γὰρ ἄκος τῷ παιδὶ προσοίσει. ἔστω δὲ μήτ’ ὀργίλα τιθάνα μήτε πρόγλωσσος μήτε ἐν ταῖς τῶν σιτίων | |
25 | λήψεσιν ἀδιάφορος, ἀλλὰ τεταγμένα καὶ σώφρων, δυνατῶν δὲ ὄντων μὴ βάρβαρος ἀλλὰ Ἑλληνίς. ἄριστον, ἐὰν καὶ τοῦ γάλακτος χρηστῶς πιμπλάμενον τὸ νεογνὸν οὕτως ἐς ὕπνον τρέπηται. ἁδεῖα γὰρ νέοις ἄνεσις καὶ εὐκατέργαστος ἁ τοιάδε σίτασις. αἰ δὲ χατέραν, δόμεν χρὴ ἁπλουστάταν. οἴνω δὲ τὸ παράπαν ἀπέχεσθαι τῷ δύναμιν ἰσχυρὰν | |
30 | ἔχειν, ἢ καττὸ σπάνιον μεταδιδόμεν τᾷ κράσει δείελον γαλακτῶδες. τὰ δὲ λουτρὰ μὴ ποιεῖν συνεχῆ. ἁ γὰρ τῶν σπανίων καὶ εὐκράτων χρᾶσις | |
ἀμείνων. κατταυτὰ δὲ καὶ ἀὴρ ἐπιτάδειος θάλπους καὶ ῥίγους ἔχων | 123 | |
124 | τὰν συμμετρίαν, καὶ οἴκησις δὲ μήτε ἄγαν περιπνεομένα μήτε ἄγαν κατάστεγνος. οὐ μὰν ἀλλὰ καὶ ὕδωρ μήτε ἀπόσκληρον μήτε εὐπαρά‐ γωγον, καὶ στρωμνὰ δὲ οὐ τραχεῖα, ἀλλὰ προσπίπτουσα τῷ χρωτὶ εὐαρμόστως. ἐν πᾶσι γὰρ τούτοις τὸ οἰκεῖον ἁ φύσις ἐπιποθεῖ, ἀλλ’ | |
5 | οὐ τὸ πολυτελές. ταῦτα μὲν ὦν ἐπὶ τοῦ παρόντος οὐκ ἀχρεῖον ὑπογράψαι τοι τὰς ἐλπίδας ἐκ τροφᾶς [ἢ] καττὸ ὑφαγεόμενον γινομένας, θεῶ δὲ συλλαμβάνοντος ὑπὲρ τᾶς ἀγωγᾶς τῶ παιδὸς αὖθις τὰς ἐνδεχομένας | |
καὶ ποτεοικυίας κομιοῦμες ὑπομνάσεις. | 124 |